Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὤφθης εἴσω τῆς νεφέλης, Πάτερ τῷ ὑπερφυεῖ, πυρὶ καλυπτόμενος, ὡς θεῖος βοῶν μυστιπόλος· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Νέμει σοι τὰ ὑπὲρ φύσιν, Πάτερ ὁ Δημιουργός, ἀφθόνως τῆς φύσεως, ψυχῶν διαθέσεις προφαίνων, τῶν μετασχόντων Ὅσιε, τῆς σαρκὸς τοῦ Κυρίου σου.
Ἕνα καὶ μετὰ τὴν θείαν, σάρκωσιν μονογενῆ, ἐν δύω ταῖς φύσεσιν, Εὐθύμιε σέβων ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.