Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 26 Ιανουαρίου 2011

ΛΑΜΠΩΝ, ΑΞΙΩΜΑΣΙ ΨΥΧΗΣ, ΕΛΕΗΜΟΣΥΝΗ ΚΑΙ ΠΙΣΤΕΙ ΣΑΥΤΟΝ

Λάμπων, ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει σαυτὸν ἐλάμπρυνας, χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου, ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον, ἔνθα, τοὺς ὁσίους σου Παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, Πόλιν τὴν οὐράνιον οἰκήσαντας.

Δόξαν, παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας κατηξιώθητε· πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα Πανόλβιοι.

Πάθη, θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας περιεβάλεσθε, βίου καθαρότητι, τούτους ὑφάναντες, πολιτείαν δ᾿ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες ἐπιδεικνύμενοι, δόξης ἠξιώθητε πάντες, τῆς Ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος.