«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς∙ Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος∙ ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα∙ τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.
Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη∙ Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα∙ ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.
Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος∙ χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε∙ παλάτιον χαῖρε Χριστοῦ∙ χαῖρε τέμενος θεῖον πολύφωτον.
Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος∙ χαῖρε κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.