Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀνθρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προσῆξας δι᾿ αἵματος.
Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύματος Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χειλέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος.
Ὡς θεῖον, τῶν ἀθλητῶν σου Χριστὲ τὸ σύστημα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤδη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγουμένων τὸν θάνατον.