Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.
Στίχοι
Ἤκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω,
Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.
Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου.
Στίχοι
Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων,
Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ.
Στίχοι
Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τινος πάγης,
Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται.
Στίχοι
Τῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν,
Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται.
Στίχοι
Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει∙
Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.