Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.
Ὀρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον.
Τὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.
Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.