Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 30 Ιανουαρίου 2011

ΤΟΝ ΕΝ ΜΟΡΦΗ ΑΓΓΕΛΟΥ ΟΡΑΘΕΝΤΑ...

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὡς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ Ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ κραυγάζων. Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκκλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν· Ὑμνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χριστοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα∙ Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.