«Ἐξέστη ἐπὶ τούτου ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξέλαμψεν ὁ βίος ὡς ἀστραπή· εξεχύθη δὲ πάτερ ὁ φθόγγος σου, ὥς περ βροντή, πᾶσιν, οὓς ὁ ἥλιος ἐφορᾷ· ἐξ οὐρανοῦ γὰρ ἔσχηκας, ἄνωθεν τὴν ἔμπνευσιν ἀληθῶς· διὸ οὐκ ἔσβεσέ σου, ὁ πρόξενος τῆς λήθης, τὴν μνήμην τάφος Ἀθανάσιε.
Φωτὶ τῷ τρισηλίῳ καὶ τριφεγγεῖ, τηλαυγέστερον νῦν ἐλλαμπόμενος, τοῖς ὑμνηταῖς, σοῦ ἀντανακλάσεις αὐγοειδεῖς, διαφανὲς ὡς ἔσοπτρον, ἄνωθεν ἐκπέμπεις ἡλιακάς, καὶ σοὶ συστήσαις Μάκαρ, κἂν μέγα καὶ ἐξόχως, ὑπὲρ ἀξίαν τὸ αἰτούμενον.
Ὑμνοῦντες δυσωποῦμέν σε ἐκτενῶς· Ὑπὲρ τῆς Ἐκκλησίας ἱκέτευε, διὰ Σταυροῦ νίκας δωρηθῆναι τῷ βασιλεῖ, τῇ ὀρθοδόξῳ Πίστει τε, κράτος καθ᾿ αἱρέσεων δυσμενῶν· ἡμῖν δὲ σωτηρίαν, εἰρήνην τε τῷ κόσμῳ, ἐν τῇ σῇ μνήμῃ Ἀθανάσιε.