Ἱερωτάτην στησώμεθα χορείαν· στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικῇ δόξῃ σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν, τῇ ἐπανόδῳ αὐτοῦ, πρὸς βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει, καὶ τῷ τῶν ὅλων προσοικειοῖ Βασιλεῖ· διὸ βοῶμεν· Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε πάγχρυσε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὡς οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας, δύσιν ὦ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τῇ κτίσει ἄδυτος· θάλπεις ἐγκοσμούμενος, θαυμάτων ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἡλίου δίκην, σοῦ δᾳδουχοῦντα νῦν τὴν ἐπάνοδον· διὸ βοῶμεν· Φωταυγέστατε, φωτολόγε Χρυσόστομε πάνσοφε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν οὐρανὸς τοῖς Ἀγγέλοις συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα· ὁ γὰρ ἐν γῇ οὐρανόφρονας, δεικνὺς τοὺς πάντας, κλίμακι θείᾳ, σεπτῶν ῥημάτων αὐτοῦ· οὗτος τὴν ἐπάνοδον, τῶν θεοδρόμων βαθμῶν, ὡς, Ἰακὼβ νέος δείκνυσιν, Ἀγγέλων θείων, ἀγαλλομένων τῇ μεταθέσει αὐτοῦ· διὸ βοῶμεν, Παμμακάριστε, τῶν ἀΰλων Ἀγγέλων συνόμιλε, Χρυσολόγε δυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.