Ἀσκητῶν εὐσεβείας, ἐπὶ τὴν οὐράνιον τρίβον Εὐθύμιε, προηγήσω Πάτερ, καὶ πρὸς κληροδοσίαν ἀνώλεθρον, ἐν ὑψίστοις ἄγων, στῦλος πυρός τε καὶ νεφέλης, δεδειγμένος τῇ αἴγλῃ τοῦ Πνεύματος.
Ἰατρὸν ἀσθενούντων, ἄγαν συμπαθέστατον κόσμῳ δεδώρηται, ὁ Χριστὸς σε Πάτερ, καὶ πεινώντων τροφέα παράδοξον, παιδευτὴν ἀφρόνων, σωφρονιστὴν ἀγνωμονούντων, ὀρφανῶν καὶ πτωχῶν ἀντιλήπτορα.
Συμπαθὴς ἐλεήμων, γνώμην ταπεινόφρονα φέρων γεγένησαι, τῶν παθῶν ἐκτέμνων, τὰς αἰτίας ἐνθέοις διδάγμασι, καὶ σοφίζων Πάτερ, καὶ νουθετῶν τοὺς φοιτητάς σου, καὶ ψυχῶν θεραπεύων νοσήματα.
Πανταχοῦ τὰς ἀκτῖνας, πέμπων τῶν θαυμάτων σου πάντας ἐφώτισας· καὶ μαγνῆτις ὥσπερ, ἐφειλκύσω πρὸς τὰ σὰ παιδεύματα, διαπλάττων ἤθη, καὶ τῶν ψυχῶν τὰς διαθέσεις, ἐμβατεύων ψυχῆς καθαρότητι.