Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 30 Νοεμβρίου 2010

ΣΟΥ Η ΤΡΟΠΑΙΟΥΧΟΣ ΔΕΞΙΑ, ΘΕΟΠΡΕΠΩΣ ΕΝ ΙΣΧΥΪ ΔΕΔΟΞΑΣΤΑΙ

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν τε καὶ λόγων ἐκκάθαρον, τῇ ἐνσκηνωσάσῃ σοι κήρυξ Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον.

Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν ἑαυτοῦ Μαθητῶν ἀκροθίνιον, ὁ ἐκ στειρευούσης σε βλαστός, τῷ ἐκ Παρθένου φύντι Χριστῷ, τῷ δεδοξασμένῳ, Ἀνδρέα χαίρων προσήγαγεν.

Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς δυνάμεως, πρὸς τὴν ἀκροτάτην, Ἀνδρέα δύναμιν ἔφθασας.