Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 9 Νοεμβρίου 2010

ΕΝ ΠΝΕΥΜΑΤΙ ΠΡΟΒΛΕΠΩΝ ΠΡΟΦΗΤΑ ΑΒΒΑΚΟΥΜ

Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, την τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. (Δίς)

Τὴν ἄχραντόν σου μήτραν ὡς θρόνον νοητόν, ὁ Χριστὸς ἀνέδειξεν ὁ Λόγος τοῦ Θεοῦ, ὁ ἐν τοῖς κόλποις του Πατρὸς ἀεὶ ὑπάρχων, καὶ ἐν γαστρί σου ὅλος ὅλῳ ἑνωθείς μοι· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

Ἡ πύλη ἣν προεῖδεν ὁ Ἰεζεκιήλ, λαμπομένην Ἄχραντε αὐγαῖς παρθενικαῖς, δι' ἧς διῆλθεν ὁ πάντα κτίσας Λόγος καὶ κεκλεισμένην σε λιπὼν μετὰ τὸν τόκον, σὺ εἶ Θεοτόκε Πανάχραντε.

Σιὼν Θεοῦ ὡράθης καὶ κῆπος εὐθαλής, καὶ κλίνη πορφυρόστρωτος καὶ κλῖμαξ ὑψηλή· σὺ γὰρ ἐν νόμῳ τυπικῶς προκηρυχθεῖσα, τὴν τῶν συμβόλων διετράνωσας εἰκόνα, τὸν Δημιουργὸν σωματώσασα.

Ἀφλέκτως συλλαβοῦσα τὸ φῶς τὸ Πατρικόν, τον ἐν πυρὶ λαλήσαντα καὶ γνόφῳ ἐν Σινᾷ, ἐν ταῖς ἀγκάλαις σου βαστάζεις ὥσπερ βρέφος, ἀκαταφλέκτως ὡς ἡ βάτος Θεοτόκε, τὸν Δημιουργὸν πάσης Κτίσεως.