
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Τρίτη 9 Νοεμβρίου 2010
ΣΗΜΕΡΟΝ Ο ΘΕΟΦΟΡΟΣ ΝΕΚΤΑΡΙΟΣ, ΤΟ ΝΕΟΝ
Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος· ἡμῖν δὲ ἐξαιτεῖται, κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος.