Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρὴμῳ ἐτροπώσατο.
Τριάδος τὴν μοναρχίαν Ἅγιοι, θεολογοῦντες σεπτῶς, πολυαρχίας ἄστατον ἀχλύν, εὐμαρῶς διελύσατε, Ἀνατολῆς πολύφωτοι, ὥσπερ ἀστέρες ἀνατείλαντες.
Οἱ τρεῖς Ὁμολογηταὶ τῇ χάριτι, καταλαμπόμενοι, τῆς ἀρχικῆς Τριάδος ἐμφανῶς, τὸ τῆς πλάνης πολύθεον, καρτερικὴν τὴν ἔνστασιν, ἐπιδεικνύντες ἐξηφάνισαν.
Ὑμᾶς πρὶν υἱοθετήσας Ἔνδοξοι, θέσει ὁ φύσει Υἱός, τῆς νῦν αὐτῷ δοθείσης ἐκ Πατρός, κληρουχίας ὡς εὔσπλαγχνος, συγκληρονόμους ἔδειξε, βασιλείας συμμετέχοντας.