Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστε ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ δράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.
Σκηνὴ τοῦ Λόγου ἡ ἀμόλυντος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν ὁ ζωῆς ἄδυτος ἥλιος, Θεοτόκος ὑμνείσθω μοι.
Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομοδότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρμοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζοντα, τους νόμους ἐν Πνεύματι.
Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτόμενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαβὶδ ὁ Δίκαιος.
Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱλαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα.