Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 10 Νοεμβρίου 2010

ΔΕΥΤΕ ΛΑΟΙ, ΑΣΩΜΕΝ ΑΣΜΑ ΧΡΙΣΤΩ ΤΩ ΘΕΩ, ΤΩ ΔΙΕΛΟΝΤΙ

Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Ταῖς θεϊκαῖς, καταστραπτόμενος πάντοτε, μαρμαρυγαῖς Πανεύφημε, τὴν φωτοφόρον σου ἑορτὴν τοὺς τιμῶντας, καταύγασον, καὶ σκότους δεινῶν ἀπάλλαξον.

Ὁ τοῦ Χριστοῦ, θεῖός σε πόθος ἐξέκαυσε, καὶ δυνατὸν εἰργάσατο, τὴν εὐκατάπρηστον, καταφλέγοντα ὕλην, τῆς εἰδωλομανίας, Μάρτυς πανάριστε.

Ὑπομονῇ, καὶ καρτερίᾳ διήλεγξας, τοὺς παρανόμους σέβειν σε, καταναγκάζοντας, Ἀθλοφόρε, Ὀρέστα, ἔργα χειρῶν ἀνθρώπων, ἄψυχα ξόανα.