Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 29 Νοεμβρίου 2010

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ....

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἴδε φωταυγοῦς Ἀθλοφόρου, φωτοφανὴς ἔλαμψε μνήμη, πάντων τῶν Πιστῶν τὰς καρδίας, φωταγωγοῦσα τῷ θείῳ Πνεύματι, περιχαρῶς χορεύσωμεν, τοῦτον ἐν πίστει μακαρίζοντες.

Ὡς τῇ ἑπτακύκλῳ δεκάδι, καὶ τῇ τριπλῇ ἑκατοντάδι, ἀκαταγωνίστων Μαρτύρων, συναγελάζων, μεθ' ὧν τὸ σῶμά σου, Μάρτυς Χριστοῦ κατάκειται, σὺν τούτοις πρέσβευε σωθῆναι ἡμᾶς.

Στάδιον ἀνύσαντες πόνων, πολυειδῶν μεμεστωμένον, καὶ μετὰ Χριστοῦ τοῦ τὸν κόσμον, νενικηκότος λαμπρῶς νικήσαντες, στεφανηφόροι Μάρτυρες, τοὺς οὐρανοὺς περιπολεύετε.

Ἤρθης ἀπὸ γῆς καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐκομίσω, νῦν δὲ ποταμοὺς ἀναβλύζεις, ἡμῖν θαυμάτων τοῖς σὲ γεραίρουσι, καὶ εὐσεβῶς τὴν μνήμην σου, πανηγυρίζουσι Παράμονε.