Ὡς θεία σὺ περιστερά, ἀρετῶν κεχρυσωμέναις ταῖς πτέρυξι, Ματρῶνα ἔνδοξε, ἀνεκουφίσθης, καὶ νῦν κατέπαυσας, ἔνθα Ὁσίων οἱ χοροί, Δικαίων τὰ τάγματα, καὶ ἡ αἰώνιος, εὐφροσύνη καὶ χαρὰ ἀνεκλάλητος.
Στέργουσα τὸν ἐκ γυναικός, διὰ σπλάγχνα οἰκτιρμῶν ἀνατείλαντα, ἄδυτον Ἥλιον, τὴν καυστικήν τε καὶ δυσδιόδευτον, ῥᾳδίως ὥδευσας Σεμνή, τρίβον τῆς ἀσκήσεως, δαίμονας φλέγουσα, καὶ τὰ πάθη τῆς σαρκὸς ἐκλεαίνουσα.
Ἡ θεία μνήμη σου ἡμῖν, τηλαυγέστερον ἡλίου ἀνέτειλε, φωταγωγοῦσα ἡμῶν τὰς διανοίας καὶ τὰ νοήματα, ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, Ματρῶνα πάνσεμνε, παρρησίαν πρὸς Χριστὸν ὄντως ἔχουσα.