Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 14 Νοεμβρίου 2010

ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΒΑΒΥΛΩΝΙ, ΚΑΜΙΝΟΥ ΦΛΟΓΑ ΟΥΚ ΕΠΤΗΞΑΝ, ΑΛΛ΄ ΕΝ ΜΕΣΩ ΦΛΟΓΟΣ ΕΜΒΛΗΘΕΝΤΕΣ, ΔΡΟΣΙΖΟΜΕΝΟΙ

Οἱ Παῖδες ἐν Bαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ὡς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ῥητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ συντόνῳ λόγῳ ἐκνικήσας, τῷ τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.