Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 10 Νοεμβρίου 2010

Ο ΦΩΤΙΣΑΣ ΤΗ ΕΛΛΑΜΩΕΙ ΤΗΣ ΣΗΣ ΠΑΡΟΥΣΙΑΣ ΧΡΙΣΤΕ...

Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Ἡ σοφία τοῦ Πατρὸς ἡ τὸ πᾶν οὐσιώσασα, διδασκάλους εἰς τὸν κόσμον ὑμᾶς ἐξαπέστειλεν, ἐν σοφίᾳ Πνεύματος, καὶ ἀληθείας ἐπιδείξει, πάντας ἐνθέως φωτίζοντας.

Τὸ τοῦ λόγου ἐπιβάλλοντες Πάνσοφοι ἄγκιστρον, ἀνιμᾶσθε ἐκ βυθοῦ ἀγνωσίας ἐν χάριτι, τοὺς ἰχθύων πέλοντας, ἀφωνοτέρους καὶ Κυρίῳ, πεπιστευκότας προσήξατε.

Αἰνέσωμεν, Ὀλυμπᾶν καὶ τὸν μέγαν Ῥοδίωνα, καὶ Τέρτιον καὶ Σωσίπατρον ἅμα καὶ Ἔραστον, καὶ τὸν θεῖον Κούαρτον, τοὺς Χριστοκήρυκας καὶ πάντων, τῶν εὐσεβῶν ἀντιλήπτορας.