Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 15 Νοεμβρίου 2010

ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ Η ΕΚΚΛΗΣΙΑ

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Σταθηρὰν τὴν καρτερίαν οἱ Ἀθλοφόροι, ἀνηλεῶς στρεβλούμενοι, ποικίλαις βασάνοις, πᾶσιν ἐπεδείξαντο, συμφώνως κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.

Οἱ τῆς Τριάδος ἰσάριθμοι στεφανῖται, τρισοφεγγεῖ λαμπάδι, τοὺς νῦν εκτελοῦντας, μνήμην τὴν πανίερον, αὐτῶν καταυγάζουσι, πᾶσι τὰς ἰάσεις βραβεύοντες.

Μετ' εὐλαβείας προσδράμωμεν τῇ φωσφόρῳ, καὶ φωταυγεῖ θεόφρονες, θήκῃ τῶν Μαρτύρων· βρύει γὰρ ἰάματα, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὁμολογοῦντες τῆς θείας οἰκονομίας, τὸ ὑπὲρ νοῦν μυστήριον, γλώσσαις θεολόγοις, πᾶσαν ἀθεότητα, οἱ θεῖοι καὶ πάνσοφοι, Ὁμολογηταὶ κατηδάφισαν.