Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 23 Νοεμβρίου 2010

ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ ΑΒΡΟΧΟΙΣ ΙΧΝΕΣΙΝ, Ο ΠΑΛΑΙΟΣ ΠΕΖΕΥΣΑΣ

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Τοὺς λόγους τῶν δυσσεβῶν αἱρέσεων, καὶ τὰ φρυάγματα, ὀρθοδοξίας αἴγλῃ λαμπρυνθείς, εὐμαρῶς διεσκέδασας, ἐν ᾗ τοὺς σὲ γεραίροντας, Ἱεροφάντα περιφρούρησον.

Ὁ πάντων τὴν σωτηρίαν Κύριος, ἀεὶ βουλόμενος, τῆς ἱερᾶς σε ποίμνης ὁδηγόν, ἱεράρχα προβάλλεται, λόγῳ καὶ βίῳ λάμποντα, διαφερόντως θεασάμενος.

Νομίμως ὑπεραθλεῖν ἑλόμενος, τῆς Ἐκκλησίας Χριστοῦ, τῇ παντευχίᾳ Πάτερ τοῦ Σταυροῦ, σεαυτὸν περιέφραξας, καὶ νικητὴς τῇ χάριτι, καὶ στεφανίτης ἀναδέδειξαι.