Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.
Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ Γρηγόριε, θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τανῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ ῥυόμενος, τῶν πταισμάτων με μάκαρ, καὶ σῇ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως ὑμνήσω σε.
Ὡς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι' ὧν ἐκείνη Γρηγόριε, τρέφεται Θεῷ πλησιάζουσα.
Τὴν σωφροσύνην ἀδελφὴν κτησάμενον, ὡς συνεργὸν τῶν καλῶν, σὲ καθορῶν ὄφις, ὁ δεινὸς Γρηγόριε, σοὶ τοὺς βασκάνους ἤγειρεν, οὓς κατῄσχυνας Πάτερ, μακροθυμίᾳ τὸ γύναιον, πάθει συσχεθὲν ἰασάμενος.
Ἐπὶ τῆς ξένης διατρίβων Ὅσιε, πᾶσιν αἰδέσιμος, δι' ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι' ἦς γνωρίζῃ ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμῳ Γρηγόριε.