Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 30 Νοεμβρίου 2010

ΛΟΓΩ ΚΑΛΟΥΝΤΙ... ΣΥΝ ΤΟΙΣ ΑΘΛΟΙΣ ΣΟΥ

Λόγῳ καλοῦντι· Δεῦρ' ὀπίσω μου, τῷ Χριστῷ εὐθὺς ἠκολούθησε, σὺν τῷ Ἀνδρέᾳ καὶ Κηφᾶς, τὸν γενέτην ἐάσαντες, καὶ τὸ σκάφος καὶ τὰ δίκτυα, ὡς πίστεως πρόβολοι.

Τὰ εἰδωλεῖα μετεποίησας, εἰς ναοὺς Θεοῦ Πανσεβάσμιε, καθιερώσας ἐν αὐτοῖς, τοὺς υἱοὺς τοῦ Βαπτίσματος, οὓς ἡ χάρις ἀνεκαίνισε, δι' ὕδατος Πνεύματι.

Τὸν μαργαρίτην τὸν πολύτιμον, μυστικῶς τῷ κόσμῳ προεύρηκας, τῷ τῆς καρδίας σου ἀγρῷ, κεκρυμμένον Ἀπόστολε, ὃν τῇ πίστει ἐθησαύρισαν, τὰ ἔθνη εὑράμενα.

Ὡς θησαυρὸν τὸ Εὐαγγέλιον, ἐν χερσὶ λαβὼν Πολυΰμνητε, πᾶσαν ἐπλούτισας τὴν γῆν, τοῦ ἐνθέου κηρύγματος· διό σου τὰ μνημόσυνα, τιμᾷ σὺν τοῖς ἄθλοις σου.