Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 30 Νοεμβρίου 2010

ΠΡΟΣΕΔΡΑΜΕΣ ΔΙΨΕΙ ΟΥ ΚΛΗΘΕΙΣ, ΑΝΔΡΕΑ, ΑΛΛ' ΑΥΘΑΙΡΕΤΟΣ, ΤΗ ΤΗΣ ΖΩΗΣ

Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα, ἀλλ' αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ ἔλαφος, καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας, καὶ πιὼν ἐπότισας, ἀφθαρσίας νάματα, κεκμηκότα τῇ δίψει τὰ πέρατα.

Ἐπέγνως τῆς φύσεως θεσμούς, Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον εἴληφας, βοῶν· Εὑρήκαμεν τὸν ποθούμενον, καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν γέννησιν, καθηγήσω τὴν γνῶσιν τοῦ Πνεύματος.

Σαγήνῃ τοῦ λόγου ἐκ βυθοῦ, ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον, καθαρὸν προσήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος σαρκὸς ὁμοιώματι.