Ποιμαντικῶς ἐχρίσθης, τῆς εὐσεβείας τῷ μύρῳ θεόσοφε· ὅθεν ὡς Ἱεράρχην, πάντες εὐφημοῦμέν σε Ὅσιε.
Ὡς μιμητὴς ὑπάρχων, τῶν Ἀποστόλων θεόφρον ἀοίδιμε, πόνοις καὶ ἀγρυπνίαις, τοῦ τῆς Ἐκκλησίας προέστης λαοῦ.
Τὸν ζηλωτὴν Ἠλίαν, καὶ Μωϋσῆν τὸν θεόπτην μιμούμενος, Πάτερ Ἱεροφάντορ, τοὺς αἱρεσιάρχας κατῄσχυνας.