Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 2 Σεπτεμβρίου 2010

ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ, ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ ΤΟ ΦΩΣ ΤΟ ΑΔΥΤΟΝ....

Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Ξεομένου οὐδόλως, σώματος ὁ ἔνδοξος Μάμας ἐφρόντισε, τῆς φθορᾶς τὸ πάχος, τῷ σπαράττεσθαι ἀποβαλλόμενος, καὶ τοὺς δερματίνους, ἀποδυόμενος χιτῶνας, καὶ στολὴν ἀφθαρσίας δεχόμενος.
Χαριστήριον αἶνον, ἔμελπες τῷ Κτίστῃ σου ἐξορυττόμενος, τὰς πλευρὰς Παμμάκαρ, καὶ φωνὴν οὐρανόθεν ἀκήκοας, βεβαιοῦσαν μᾶλλον, τὸν λογισμόν σου πρὸς τὸ κρεῖττον, καὶ τῶν πόνων τὸ ἄχθος κουφίζουσαν.
Ἐν εἱρκτῇ συγκλεισθέντι, ὤφθη οὐρανόθεν σοι ἐπικομίζουσα, παραδόξῳ θέᾳ, Ἀθλοφόρε παμμάκαρ πολύαθλε, βρῶσιν ἀφθαρσίας, περιστερὰ ὡραιοτάτη· τῆς φθορᾶς γάρ τοὺς ὅρους ἐκβέβηκας.