Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 2 Σεπτεμβρίου 2010

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΟΤΕ, ΔΙΑ ΤΟΥΤΟ ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ, διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Καμίνου τὸ εἶδός σοι, θαλάμου ὥσπερ χρείαν ἐπλήρωσεν· εἰς ἡμέρας γὰρ πλείους, ἐν ταύτῃ Μάκαρ κατακλειόμενος, οὐ κατεφλέχθης, βοῶν τῷ ποιήσαντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἀγγέλους συλλήπτορας, συγχορευτὰς καὶ συγκοινωνοῦντάς σοι, ἀπορρήτων ᾀσμάτων, φλογὸς ἐν μέσῳ, Μάρτυς ἐκέκτησο, μεθ᾿ ὧν τῷ πάντων Δεσπότῃ ἐκραύγαζες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ῥόδον ἀμάραντον, ὡς ἐκ παστάδος νυμφίος πρόεισιν, ὡραιότατος ὄντως, ἐκ τῆς καμίνου φλέξας τοὺς ἄφρονας, καὶ τοὺς ὁρῶντας φωτίσας κραυγάζοντας· Εὐλογητός ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.