Θεόφρον μακάριε βαφαῖς, τοῦ οἰκείου αἵματος, τὴν ἱεράν σου καὶ ἔνθεον, στολὴν ἐφαίδρυνας· ἐκ δυνάμεως γάρ, εὐσεβῶς εἰς δύναμιν, εἰς δόξαν ἀπὸ δόξης προβέβηκας· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαîς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θυσίαν τὸ πρότερον Θεῷ, φέρων τὴν ἀναίμακτον, ὡς ἱερεὺς ἐννομώτατος, ὡς ὁλοκάρπωμα, καὶ δεκτὴν θυσίαν, σεαυτὸν δι᾿ αἵματος, ὡς Μάρτυς ἀληθέστατος ὕστερον, Χριστῷ προσήγαγες, θεορρῆμον πανσεβάσμιε, ὃν δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.
Μαρτύρων στρατεύματα Χριστῷ, Πάτερ προσενήνοχας, ταῖς ὑποθήκαις σου Ἄνθιμε, καὶ παραινέσεσι, νουθετῶν διδάσκων, καὶ σαφὲς ὑπόδειγμα, θεόφρον σεαυτὸν παρεχόμενος· μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.