Θεράπων εἰκότως τοῦ Θεοῦ, ὡς πρᾷος ἤκουσας καὶ ἔργοις γέγονας· διὸ ἐγνώσθη σοι Κύριος, ὑπὲρ πάντας τοὺς προφήτας Μωσῆ, καὶ ἐνοικήσας σοι πιστῶς, ψάλλειν ἐδίδαξεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὡς μύστης Θεοῦ καὶ λειτουργός, καὶ βασιλεύς, Ἰσραήλ, Μωσῆ Θεόπτα δειχθείς, Χριστὸν ἐκήρυξας ἔρχεσθαι, ἐν σαρκὶ προδιαγράψας αὐτοῦ, τὴν πρὸς ἀνθρώπους φοβεράν καὶ θείαν ἔλευσιν, οὗ καὶ τύπος ἔμψυχος ὤφθης σαφῶς, καὶ Προφήτης πιστός.
Λόγου προφητείαις τὸν λαόν, καὶ νόμου διαταγαῖς καθοδηγήσας πιστῶς, σημείων τέρασιν ἴθυνας, καὶ θαυμάτων ἐπιδείξεσιν· ὑπὸ Θεοῦ δὲ προσκληθείς, ἐν γῇ θεόπτα Μωάβ, προσετέθης, πρὸς τοὺς πατέρας τοὺς σοὺς μετὰ δόξης πολλῆς.
Ὄρει ἐπιβὰς ὡς οὐρανῷ, Θεοῦ προστάξαντος κατεῖδες πνεύματι, τὴν τῶν πραέων γῆν Πάνσοφε· αἰσθητῶς δὲ κατενόησας, ἐπαγγελίας τὴν τρυφήν· καὶ μεταστάντος ἐκ γῆς, ἐπεκρύβη, οἰκονομίᾳ Θεοῦ καὶ τὸ σκῆνός σου.