Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Σεπτεμβρίου 2010

ΟΣΙΕ ΠΑΤΕΡ, ΚΑΛΗΝ ΕΦΕΥΡΕΣ ΚΛΙΜΑΚΑ, ΔΙ' ΗΣ ΑΝΗΛΘΕΣ ΕΝ ΤΩ ΥΨΕΙ...

Ὅσιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὅσιε Πάτερ, εἰ ἦν τὸν στῦλον φθέγξασθαι, οὐκ ἂν ἐπαύσατο βοῶν σου, τοὺς πόνους τοὺς μόχθους τοὺς ὀδυρμούς· ἀλλ᾿ ἐκεῖνος ἐβαστάζετο, εἴπερ ἐβάσταζεν, ὡς δένδρον πιαινόμενος ἐκ τῶν δακρύων σου, ἐξέστησαν Ἄγγελοι, ἐθαύμασαν ἄνθρωποι, δαίμονες ἔπτηξαν τὴν ὑπομονήν σου, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ὅσιε Πάτερ, δυνάμει θείου Πνεύματος, τὸν σὸν μιμούμενος Δεσπότην, ἐν στύλῳ ἀνῆλθες ὡς ἐν σταυρῷ· ἀλλ᾿ ἐκεῖνος τὸ χειρόγραφον πάντων ἐξήλειψε, σὺ δὲ τήν ἐπανάστασιν τῶν παθῶν ἔλυσας, ἐκεῖνος ὡς πρόβατον, καὶ σὺ ὥσπερ σφάγιον· ἐκεῖνος ἐν σταυρῷ, καὶ σὺ ἐν τῷ στύλῳ, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.