Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς Δανιὴλ τὰ χάσματα, τῶν θηρίων ἐφίμωσας, θείᾳ τοῦ Δεσπότου ἐπικλήσει ἔνδοξε, τὸν ὄφιν ἐνέκρωσας· τοὺς δυσσεβεῖς κατῄσχυνας· καὶ ὡς νικητής, τοὺς οὐρανούς ἀναμέλπων, οἰκεῖς ἐν εὐφροσύνῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λιθολευστοῦσι μάκαρ σε, οἱ τοῖς λίθοις λατρεύοντες, καὶ πεπωρωμένοι, τὴν ψυχὴν παράνομοι, τὸ ὄμμα ἐρείδοντα, τῆς ἱερᾶς σου Μάμα ψυχῆς, πρὸς τὴν ἀρραγῆ καὶ ἀταπείνωτον πέτραν, καὶ μέλποντα προθύμως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀγωνοθέτης ἄνωθεν, σοὶ προτείνων τὸν στέφανον, οἷα νικητῇ, καὶ τὸν καλὸν ἀνύσαντι, ἀγῶνα πανόλβιε, ἐπιφωνεῖ σοι τὴν πρὸς αὐτόν, στείλασθαι σεπτήν, καὶ γλυκυτάτην πορείαν, προθύμως μελῳδοῦντι· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψούτε, εἰς πάντας τοὺς αἰῶνας.