Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Σεπτεμβρίου 2010

ΤΥΠΟΝ ΤΗΣ ΑΓΝΗΣ ΛΟΧΕΙΑΣ ΣΟΥ, ΠΥΡΠΟΛΟΥΜΕΝΗ ΒΑΤΟΣ ΕΔΕΙΞΕΝ ΑΦΛΕΚΤΟΣ, ΚΑΙ ΝΥΝ ΚΑΘ' ΗΜΩΝ ΤΩΝ ΠΕΙΡΑΣΜΩΝ ΑΓΡΙΑΙΝΟΥΣΑΝ...

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
Λόγε τοῦ Θεοῦ καὶ Δύναμις, ἡ ἀληθὴς Σοφία καὶ ἐνυπόστατος, ἡ συνέχουσα, καὶ κυβερνῶσα τὰ πάντα σοφῶς, καὶ τὸν νῦν ἐπιστάντα τοῖς δούλοις σου, καιρὸν ἐν καταστάσει, γαληνιώσῃ διεξάγαγε.
Μόνη πρὸ αἰώνων πέφυκας, ὡς ποιητὴς αἰώνων καὶ βασιλεύουσα, τρισυπόστατε, μία θεότης ἀμέριστε, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος, τὸν νικηφόρον, τῇ κληρουχίᾳ σου ἀνάδειξον.