Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 5 Σεπτεμβρίου 2010

ΧΡΙΣΜΑ ΠΕΡΙΚΕΙΜΕΝΟΣ, ΣΤΟΛΗΝ ΤΕ ΘΕΙΑΝ ΑΟΙΔΙΜΕ, ΖΑΧΑΡΙΑ ΩΣ ΑΓΓΕΛΟΣ....

Χρῖσμα περικείμενος, στολήν τε θείαν ἀοίδιμε, Ζαχαρία ὡς ἄγγελος, Θεῷ ἱεράτευσας, μεσιτεύων πλάστῃ, καὶ πλάσματι μάκαρ, καὶ τὰς δηλώσεις ἐναργῶς, τοῦ θείου Πνεύματος εἰσδεχόμενος· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν, τὸν Σωτῆρα δοξάζομεν.
Παιδίον ἑώρακας, ἀποτεχθὲν τῆς νεάνιδος, Ζαχαρία θεόπνευστε, Πατρὸς τὸν συνάναρχον, καὶ τῷ σῷ προδήλως, προλέγεις παιδίῳ· Προφήτης ἔσῃ ἀληθῶς, τούτου τάς τρίβους ἑτοιμαζόμενος· μεθ᾿ οὗ σε μακαρίζομεν, καὶ τὴν σεπτήν σου πανήγυριν, ἱερῶς ἑορτάζομεν, θεοφόρε Πανόλβιε.
Ναὸς ζῶν καὶ ἔμψυχος, τοῦ θείου Πνεύματος πέφυκας· καὶ ναοῦ μέσον ἔνδοξε, Θεῷ συγγινόμενος, καθαρᾷ καρδίᾳ ἀδίκως ἐσφάγης, μαρτυρικῶς ἀποπληρῶν, τὸν θεῖον δρόμον σου Ἀξιάγαστε· διὸ πρὸς τὸν οὐράνιον, ναὸν ἀνῆλθες ἐν αἵματι, τῷ ἰδίῳ αἰτούμενος, ἱλασμὸν τοῖς τιμῶσι σε.