Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Αυγούστου 2010

ΜΥΣΤΙΠΟΛΟΣ ΤΗΣ ΑΝΩ, ΥΠΕΡΘΕΟΥ ΤΡΙΑΔΟΣ ΩΦΘΗΣ ΠΑΝΕΝΔΟΞΕ, ΑΓΝΩΣ ΤΑΥΤΗΝ ΛΑΤΡΕΥΩΝ, ΚΑΙ ΜΕΛΠΩΝ ΑΝΕΝΔΟΤΩΣ

Μυστιπόλος τῆς ἄνω, ὑπερθέου Τριάδος ὤφθης πανένδοξε, ἁγνῶς ταύτην λατρεύων, καὶ μέλπων ἀνενδότως· Ἱεράρχα Ἀλέξανδρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θησαυρον σε δογμάτων, καὶ πηγὴν τῶν θαυμάτων, Χριστὸς ἀνέδειξε, πηγάζοντα τὸν πλοῦτον, τὸν τῆς θεογνωσίας, Ἰωάννη τοῖς κράζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Ὡς ἰσάγγελον βίον, κατὰ Παῦλον τὸν θεῖον, ὡς καὶ συνώνυμον, κτησαμένῳ παμμάκαρ, τὸν πλοῦτόν σοι τῶν λόγων, Χριστὸς παρέχει ἄφθονον· Εὐλογητὸς βοῶντι, Χριστός εἰς τοὺς αἰῶνας.