Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 29 Αυγούστου 2010

ΜΗΤΡΙΚΑΙΣ ΥΠΟΘΗΚΑΙΣ, ΑΘΛΟΝ ΤΗΣ ΟΡΧΗΣΕΩΣ ΤΗΣ ΚΑΚΟΔΑΙΜΟΝΟΣ, ΤΗΣ ΩΜΗΣ ΛΕΑΙΝΗΣ, Ο ΩΜΟΤΕΡΟΣ ΣΚΥΜΝΟΣ ΗΤΗΣΑΤΟ, .....

Μητρικαῖς ὑποθήκαις, ἆθλον τῆς ὀρχήσεως τῆς κακοδαίμονος, τῆς ὠμῆς λεαίνης, ὁ ὠμότερος σκύμνος ᾐτήσατο, ἣν καὶ θῆρες πάντες, ἐν ἐρημίαις ηὐλαβοῦντο, κεφαλήν τοῦ Προδρόμου καὶ κήρυκος.

Ὢ τῶν σῶν ἀνεφίκτων, καὶ ἀκαταλήπτων κριμάτων φιλάνθρωπε! ὅτι τοῦ ἐκ μήτρας, πεφηνότος δοχεῖον τοῦ Πνεύματος, καὶ συναυξηθέντος, τῇ σωφροσύνῃ καὶ ἁγνείᾳ, ἀσελγές, κατωρχήσατο κόριον.

Προσφιλὲς καὶ οἰκεῖον, τῷ τὴν συζυγίαν τὴν ἄσεμνον στέργοντι, γενεσίων πότοις, καὶ Προφήτου συνάψαι ἀναίρεσιν, καὶ κρατῆρα πλήρη, προφητικῶν τοῖς φιληδόνοις, καὶ ἁγίων αἱμάτων κεράσασθαι.