Μωσῆς ὁ πολυθρύλητος, κόσμου τερπνότητα, λιπὼν ἐμφρόνως, πόνοις ἀσκήσεως συντονωτάτοις, πάθη ὑπέταξε σαρκός, καὶ καταβαλὼν τὸν πολυμήχανον, νίκης τοὺς στεφάνους ἐκομίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Κύριε, δίδου τὸ μέγα ἔλεος.
Ἐγκράτειαν ἀσύγκριτον, στάσιν παννύχιον, ἄγρυπνον ὄμμα, νοῦν φανταζόμενον τὸ θεῖον κάλλος, ἔσχες μακάριε Μωσῆ· ὅθεν ἰαμάτων χάριν εἴληφας, πάθη θεραπεύειν χαλεπώτατα. Διὸ σε δυσωποῦμεν· Αἴτησαι πᾶσι Πάτερ τὸ μέγα ἔλεος.
Δαιμόνων πανουργεύματα, καὶ τὰ τοξεύματα, καὶ τὰς ἐνέδρας, θείᾳ σκεπόμενος Μωσῆ παλάμῃ, Πάτερ διῆλθες ἀβλαβῶς, καὶ τῇ ἀπαθείᾳ σεμνυνόμενος, πᾶσι τοῖς Ὁσίοις συνηρίθμησαι, πρεσβεύων δωρηθῆναι, πίστει τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.