Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 27 Αυγούστου 2010

ΟΤΕ Ο ΣΟΣ ΑΓΙΟΣ ΝΑΟΣ, ΩΝ ΥΠΟ ΤΗΝ ΓΗΝ ΚΕΚΡΥΜΜΕΝΟΣ, ΑΝΕΚΑΛΥΦΘΗ

Ὅτε ὁ σὸς ἅγιος ναός, ὢν ὑπὸ τὴν γῆν κεκρυμμένος, ἀνεκαλύφθη ἡμῖν, τότε σοῦ ἡ ἄθλησις, κόσμῳ ἐγνώρισται, ἥν περ πάλαι ἠγώνισαι, Φανούριε Μάρτυς, καὶ κατεπολέμησας, ἐχθρὸν τὸν δόλιον· ὅθεν καὶ ἐν θαύμασι ξένοις, καὶ ἐν ἀντιλήψεσι πλείσταις, μέγας ἀνεδείχθεις ἐν τοῖς Μάρτυσι.

Ὅτε ἡ εἰκών σου ἡ σεπτή, τῶν σῶν παλαισμάτων τὰ εἴδη, πᾶσιν ὑπέδειξε, τότε κατεπλάγησαν, τὰς τῶν ἀγώνων σου, ἀριστείας Φανούριε, οἱ ταύτας ἰδόντες, ἃς ἠγνόουν πρότερον, Χριστὸν δοξάζοντες· ὅθεν καὶ ναὸν ἱερόν σοι, ἤγειραν τῆς σῆς προστασίας, δαψιλῶς καρπούμενοι τὰς χάριτας.

Ὅτε αἰχμαλώτους ἱερεῖς, τῇ σῇ πρὸς Χριστὸν ἐλυτρώσω, πρεσβείᾳ Ἅγιε, τότε τῶν θαυμάτων σου, χάρις ἡ ἔνθεος, πανταχοῦ διεξέδραμε, καὶ πάντες προστάτην, ἔσχον σε θερμότατον, Μάρτυς Φανούριε· ὅθεν ἀπὸ πάσης ἀνάγκης, ῥύου καθ’ ἑκάστην τρισμάκαρ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ῥόδος ἡ περίφημος ἐν σοί, νῆσος ἐγκαυχᾶται καὶ χαίρει, Μάρτυς Φανούριε· θεῖον γάρ σε καύχημα, καὶ ἀντιλήπτορα, καὶ μεσίτην θερμότατον, πρὸς Κύριον εὗρε· πᾶσα δὲ γεραίρει σε, ἡ Ἐκκλησία Χριστοῦ· πᾶσι γὰρ τὰ πρόσφορα δίδως, καὶ ἑνὶ ἑκάστῳ παρέχεις, τὰς αἰτήσεις Ἅγιε καλούμενος.