Πνεύματι κινούμενος, πνευματικαῖς σοφὲ πράξεσιν, ἐγκαρτερῶν, τὰ τῆς πονηρίας, καθυπέταξας πνεύματα.
Σθένει δυναμούμενος, θεαρχικῷ Μωσῆ Ὅσιε, τὸν ἰσχυρόν, ἄσαρκος καθάπερ, ἐταπείνωσας δράκοντα.
Ὄμβροις τῶν δακρύων σου, πυρκαϊὰν παθῶν ἔσβεσας, καὶ ποταμός, ὤφθης χαρισμάτων, πεπλησμένος τοῦ Πνεύματος.