Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 29 Αυγούστου 2010

ΤΟΥ ΝΟΜΟΥ ΤΩΝ ΕΝΤΟΛΩΝ, ΠΡΟΚΙΝΔΥΝΕΥΩΝ ΜΑΚΑΡΙΕ, ΕΛΕΓΧΟΙΣ ΠΑΙΔΑΓΩΓΕΙΣ...

Τοῦ νόμου τῶν ἐντολῶν, προκινδυνεύων μακάριε, ἐλέγχοις παιδαγωγεῖς, τὸν παρανομήσαντα· οὐ γὰρ ἔφυς κάλαμος, δυσμενῶν πνευμάτων, ῥιπιζόμενος προσπνεύσεσι.

Τῷ λύθρῳ τῷ τῆς σφαγῆς, ἡ κεφαλὴ σταζομένη, ἠνέχθη τῶν πορνικῶν ἀγώνων εἰς μίσθωμα, Ἡρῴδην ἐλέγχουσα, καὶ μετὰ τὸ τέλος, ὡς τὴν φύσιν συνθολώσαντα.

Ἐρήμους περιπολῶν, θριξὶ καμήλου σκεπόμενος, τὰς μὲν ὡς φωτολαμπές, κατῴκεις ἀνάκτορον, τὰς δὲ ὡς βασίλειον, περιφέρων κόσμον, σῶν παθῶν κατεβασίλευσας.