
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Παρασκευή 27 Αυγούστου 2010
ΣΕ Ο ΠΑΤΗΡ ΗΡΕΤΙΣΕΝ, ΩΣ ΠΟΛΥΕΥΚΤΟΝ ΚΡΙΝΟΝ, ΘΕΟΚΥΗΤΟΡ ΠΑΝΑΓΝΕ...
Σὲ ὁ πατὴρ ᾑρέτισεν, ὡς πολύευκτον κρίνον, Θεοκυῆτορ πάναγνε, διὰ Πνεύματος θείου, πρὸς τὴν Υἱοῦ κατοικίαν, ἀναμέσον εὑρών σε, τῶν ἀκανθῶν πανάμωμε, ἀποστίλβουσαν κάλλει, παρθενικῷ· διὸ δὴ Θεόνυμφε σὲ ὑμνοῦμεν, καὶ πόθῳ μακαρίζομεν, διὰ σοῦ οἱ σωθέντες.