Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 25 Ιουλίου 2010

MNHMH THΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ, ΜΗΤΡΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ


Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Στίχοι
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Στίχοι
Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Οσίας Ευπραξίας.
Τῇ αὐτῇ ἡμέρᾳ,  Μνήμη τῆς Οσίας Ολυμπιάδος τῆς Διακονίσσας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.