Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.
Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.