Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 23 Ιουλίου 2010

ΑΡΜΑ ΩΣ ΠΥΡΙΜΟΡΦΟΝ ΕΧΩΝ

Ἅρμα ὡς πυρίμορφον ἔχων, τὰς φωτοφόρους ἀρετάς σου, καὶ τὴν τῶν ἀγώνων διφρείαν, πρὸς οὐρανίους ἀνέπτης Ὅσιε, μονὰς ἐν αἷς κατέπαυσας, σὺν Ἀσωμάτοις αὐλιζόμενος.

Ῥύσει τῆς ἐνθέου σοφίας, καὶ πλημμυρήσει τῇ τῶν λόγων, ἔλυσας τοῦ ψεύδους τὴν ὕλην, καὶ εὐσεβούντων ψυχὰς κατήρδευσας, καὶ καρποφόρους ἔδειξας, ἐνθέων ἔργων διὰ πίστεως.

Ἴδες τὴν ὑπέρφωτον αἴγλην, τὴν νοουμένην θεωρίαν, ἐν τῇ τῶν ἀγώνων σου πάλῃ, τοῦ ποθουμένου ἀγωνοθέτου Χριστοῦ· καὶ φθάσαι ταύτην ἔσπευσας, Μάρτυς τῷ τέλει τῶν ἀθλήσεων.

Νῦν ὡς τρανοτέρως τὴν δόξαν, ἐνοπτριζόμενος τοῦ Κτίστου, ὑπὲρ τῶν ἐκ πόθου Φωκᾶ σε, ἀνευφημούντων αὐτὸς δυσώπησον, τοῦ μετασχεῖν τῆς κρείττονος, τούτου καὶ δόξης καὶ λαμπρότητος.