Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 22 Ιουλίου 2010

ΛΑΜΠΡΟΦΑΝΗΣ Ο ΒΙΟΣ ΣΟΥ.... ΜΑΓΔΑΛΗΝΗ

Λαμπροφανὴς ὁ βίος σου, ταῖς αὐγαῖς ἀστραπτόμενος, ὦ Μαγδαληνή, τῶν ἐναρέτων πράξεων, τοῦ θείου κηρύγματος, τῆς πρὸς τὸ θεῖον νεύσεως, καὶ μαρμαρυγαῖς, τῆς πρὸς τὸν Κτίστην ἀγάπης, ᾧ μέλπεις σὺν Ἀγγέλοις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πρὸς τῷ Σταυρῷ παρίστασαι, καθορῶσα τὴν ἄδικον, ἔνδοξε σφαγὴν τοῦ ἑαυτὸν κενώσαντος, δι' ἄφατον ἔλεος, καὶ στεναγμοῖς καὶ δάκρυσι, περιαντλουμένη. Τὶ τὸ ξένον ἐβόας, Μαρία τοῦτο θαῦμα; πῶς νεκροῦται καὶ θνῄσκει, ὁ θάνατος νεκρώσας, ζωὴ ὑπάρχων φύσει;