
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Πέμπτη 22 Ιουλίου 2010
ΑΘΛΗΦΟΡΕ ΜΑΡΚΕΛΛΑ ΦΟΙΝΙΧΘΕΙΣΑ...
Παρθενικοῖς αἵμασιν, Ἀθληφόρε Μαρκέλλα φοινιχθεῖσα, τῷ οὐρανίῳ Νυμφίῳ πάγκαλλος Νύμφη ἀνεδείχθης, ὑπὲρ οὗ τὰς αἰκίας, παρὰ τοῦ σοῦ ἀνοσίου πατρὸς, ὑπήνεγκας πανθαύμαστε, καὶ τὴν ἐρίτιμόν σου κεφαλὴν, ὑπὲρ τηρήσεως ἀκριβοῦς τοῦ θείου νόμου σὺν τοῖς μαστοῖς ἀπετμήθης, ἐλέγχουσα αὐτοῦ τὸ τῆς ἀκολασίας ξενήκουστον τόλμημα· ὅθεν ὡς παρθένος, μετὰ τῶν φρονίμων συναγάλλῃ παρθένων, καὶ ὡς τοῦ νόμου φύλαξ ἀκριβὴς, μετὰ τῶν Μακκαβαίων καὶ τοῦ θείου Προδρόμου συνδοξάζῃ, μεθ’ ὧν πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.