Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 29 Ιουνίου 2010

ΑΠΟΣΤΟΛΟΙ ΧΡΙΣΤΟΥ ΜΑΘΗΤΑΙ....

Ἀπόστολοι Χριστοῦ Μαθηταί, καὶ κήρυκες πανένδοξοι, οἱ τὸν δρόμον, τὸν καλὸν ἐπὶ τῆς γῆς, τελέσαντες πρεσβείαν, μὴ παύσητε ποιοῦντες, ὑπὲρ τῶν πίστει ἀνυμνούντων ὑμᾶς.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Τοῦ βίου ἐν τῷ κλύδωνι, ἀπαύστως χειμαζόμενοι, ἐκβοῶμεν· Σῶσον πάντας Ἀγαθέ, πρεσβείαις τῶν σοφῶν σου, καὶ θείων Ἀποστόλων, τῶν κορυφαίων ὑπεράγαθε.

Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Οἱ θεῖοι καὶ σεπτοὶ Μαθηταί, καὶ μύσται καὶ διδάσκαλοι, Πέτρε Παῦλε, Ἀποστόλων ἡ κρηπίς, τὸν Κτίστην τῶν ἁπάντων, καὶ Κύριον τῆς δόξης, ὑπὲρ ἡμῶν ἀείπρεσβεύσατε.