Ὁ ὥσπερ ὄντα καλῶν τὰ ἀνύπαρκτα, Χριστὸς τῇ θείᾳ γνώσει, Παῦλε παμμακάριστε, αὐτὸς ἐκ μητρικῆς γαστρὸς σε ἐξελέξατο, βαστάσαι, ἐναντίον τῶν ἐθνῶν, αὐτοῦ τὸ θεῖον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἐνδόξως γὰρ δεδόξασται.
Τὴν ἐσομένην μηνύων σοι ἔλλαμψιν, τῆς εὐσεβείας Παῦλε, καὶ πλάνης τὴν καθαίρεσιν, Χριστὸς ἐπιφανείς, ἐν ὄρει ἀστραπόμορφος, τὸ ὄμμα μὲν σκοτίζει τῆς σαρκός, τὴν ψυχὴν συνετίζει δέ, τῆς Τριάδος τῇ γνώσει· ἐνδόξως γὰρ δεδόξασται.
Περιτομὴν με τελῶν ὀκταήμερον, καὶ ζηλωτὴς πατρῴων Παῦλε παραδόσεων, Ἑβραίων ἐκ σπορᾶς φυλῆς Βενιαμίτιδος, ἐν νόμῳ Φαρισαῖός τε δειχθείς, ἡγήσω πάντα σκύβαλα, καὶ Χριστὸν ἐκέρδησας· ἐνδόξως γὰρ δεδόξασται.