Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 29 Ιουνίου 2010

ΣΕ ΤΗΝ ΥΠΕΡΕΝΔΟΞΟΝ ΝΥΜΦΗΝ...

Σὲ τὴν ὑπερένδοξον νύμφην, καὶ Παναγίαν Θεοτόκον, τὴν τὸν Κτίστην τεκοῦσαν, τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ ἡ ὑπερβάλλουσα χάρις, δημοσιεύεται ἀξίως, τῆς σκιᾶς σου τὰ πάθη τῶν ἀσθενούντων, Πέτρε φυγαδευούσης· διὸ σε μεγαλύνομεν.

Φάσμασι τὸν Σίμωνα μάγον, τὸν θεομάχον ἐπαρθέντα, πρὸς αἰθέριον ὕψος, καταβαλὼν ἀρρήτῳ θείᾳ δυνάμει, ὁ Πέτρος μακαρίζεται.

Τῶν πλημμελημάτων τὴν λύσιν, ταῖς ἱκεσίαις σου παράσχου, φωτισμόν τε καρδίας, καὶ εὐφροσύνην πνεύματος τοῖς ὑμνοῦσι, τὴν μνήμην σου Ἀπόστολε.