Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 29 Ιουνίου 2010

ΕΔΩΚΑΣ ΚΑΥΧΗΜΑΤΑ, ΤΗ ΕΚΚΛΗΣΙΑ ΦΙΛΑΝΘΡΩΠΕ....

Ἔδωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους σου, ἐν ᾗ ὑπερλάμπουσι, νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥσπερ ἀστέρες λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἔδωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τους διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.